Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.483 | Joseph. BJ 3.489 (English) | >>Joseph. BJ 3.496 |
3.487καὶ οἱ μὲν ὡς προσετέτακτο τοὺς ταύτῃ πειρωμένους ἐκβοηθεῖν περιέσχον , ὁ δὲ Τίτος πρῶτος τὸν ἵππον ἤλαυνεν εἰς τοὺς πολεμίους καὶ σὺν κραυγῇ μετʼ αὐτὸν οἱ λοιποὶ παρεκτείναντες ἑαυτοὺς εἰς ὅσον ἐπεῖχον οἱ πολέμιοι τὸ πεδίον · παρὸ καὶ πολὺ πλείους ἔδοξαν .
3.488οἱ δὲ Ἰουδαῖοι καίτοι τήν τε ὁρμὴν καὶ τὴν εὐταξίαν αὐτῶν καταπλαγέντες πρὸς ὀλίγον μὲν ἀντέσχον ταῖς ἐμβολαῖς , νυσσόμενοι δὲ τοῖς κοντοῖς καὶ τῷ ῥοίζῳ τῶν ἱππέων ἀνατρεπόμενοι συνεπατοῦντο .
3.489πολλῶν δὲ πανταχοῦ φονευομένων διασκίδνανται καὶ πρὸς τὴν πόλιν ὡς ἕκαστος εἶχεν τάχους ἔφευγον .
3.490Τίτος δὲ τοὺς μὲν κατόπιν προσκείμενος ἀνῄρει , τῶν δὲ διεκπαίων ἀθρόων , οὓς δὲ φθάνων κατὰ στόμα διήλαυνεν , πολλοὺς δὲ συνηλοία περὶ ἀλλήλοις πεσόντας ἐμπηδῶν ,
3.491πᾶσιν δὲ τὰς πρὸς τὸ τεῖχος φυγὰς ὑπετέμνετο καὶ πρὸς τὸ πεδίον
-- -- ὁ δʼ ἔπηλυς πολὺς ὢν πλεῖον ἐβιάζετο , καὶ διωργισμένων ἐπʼ ἀλλήλοις κραυγή τε ἦν καὶ θόρυβος ὡς ὅσον οὔπω φερομένων εἰς ὅπλα .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.483 | Joseph. BJ 3.489 (English) | >>Joseph. BJ 3.496 |